ΙΔ' ΟΛΥΜΠΙΟΝΙΚΟΣ ΠΙΝΔΑΡΟΥ * 14th OLYMPIONIKOS OF PINDAR
Автор: Ηλιοδρόμιον Διαδικτυακός Δίαυλος
Загружено: 2009-07-03
Просмотров: 22031
ΙΔ' ΟΛΥΜΠΙΟΝΙΚΟΣ ΠΙΝΔΑΡΟΥ - ΥΜΝΟΣ ΧΑΡΙΤΩΝ
[ Περί το 488 π.X.]
14th OLYMPIONIKOS OF PINDAR - ΗΥΜΝ ΤΟ GRACES
[About 488 B.C.]
Μελοποίηση: Πέτρος Ταμπούρης
Υμνωδία: Γεράσιμος Ανδρεάτος & Χορωδία
Music: Petros Tabouris
Performance: Gerassimos Andreatos & Chorus
ΤΟ ΑΡΧΑΙΟ ΕΛΛΗΝΙΚΟ ΚΕΙΜΕΝΟ ΤΟΥ ΥΜΝΟΥ:
Καφισίων ὑδάτων
λαχοῖσαι αἵτε ναίετε καλλίπωλον ἕδραν,
ὦ λιπαρᾶς ἀοίδιμοι βασίλειαι
Χάριτες Ἐρχομενοῦ, παλαιγόνων Μινυᾶν ἐπίσκοποι,
κλῦτ', ἐπεὶ εὔχομαι· σὺν γὰρ ὑμῖν τά τε τερπνὰ καί
τὰ γλυκέ' ἄνεται πάντα βροτοῖς,
εἰ σοφός, εἰ καλός, εἴ τις ἀγλαὸς ἀνήρ.
οὐδὲ γὰρ Θεοὶ σεμνᾶν Χαρίτων ἄτερ
κοιρανέοντι χοροὺς οὔτε δαῖτας·
ἀλλὰ πάντων ταμίαι
ἔργων ἐν οὐρανῷ, χρυσότοξον θέμεναι
πάρα Πύθιον Ἀπόλλωνα θρόνους,
αἰέναον σέβοντι πατρὸς Ὀλυμπίοιο τιμάν.
ὦ πότνι' Ἀγλαΐα
φιλησίμολπέ τ' Εὐφροσύνα, Θεῶν κρατίστου
παῖδες, ἐπακοοῖτε νῦν, Θαλία τε
ἐρασίμολπε, ἰδοῖσα τόνδε κῶμον ἐπ' εὐμενεῖ τύχᾳ
κοῦφα βιβῶντα· Λυδῷ γὰρ Ἀσώπιχον ἐν τρόπῳ
ἐν μελέταις τ' ἀείδων ἔμολον,
οὕνεκ' Ὀλυμπιόνικος ἁ Μινύεια
σεῦ ἕκατι. μελαντειχέα νῦν δόμον
Φερσεφόνας ἴθι, Ἀχοῖ, πατρὶ κλυτὰν
φέροισ' ἀγγελίαν,
Κλεόδαμον ὄφˈρ' ἰδοῖσ', υἱὸν εἴπῃς
ὅτι οἱ νέαν κόλποις παρ' εὐδόξοις Πίσας
ἐστεφάνωσε κυδίμων ἀέθλων πτεροῖσι χαίταν.-
Βιντεο-δημιουργία: ΗΛΙΟΔΡΟΜΙΟΝ
Video-creation: HELIODROMION
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: