Αργές καταβασίες Χριστουγέννων Αστέρης Εμμανουηλίδης
Автор: socvass
Загружено: 2023-12-26
Просмотров: 934
Αργές καταβασίες στη διανομή του αντιδώρου. 1990. (στην πρώτη έχει μικρή διακοπή η ηχογράφηση).
00:00 Ἔσωσε λαόν, θαυματουργῶν Δεσπότης,
Ὑγρὸν θαλάσσης κῦμα χερσώσας πάλαι·
Ἑκὼν δὲ τεχθεὶς ἐκ Κόρης, τρίβον βατήν,
Πόλου τίθησιν ἡμῖν· ὃν κατ οὐσίαν,
Ἶσόν τε Πατρί, καὶ βροτοῖς δοξάζομεν
01:38 Τῶ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀρρεύστως Υἱῷ, καὶ ἐπ' ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, ἅγιος εἶ Κύριε
04:12 Τῷ παντάνακτος ἐξεφαύλισαν πόθῳ,
Ἄπλητα θυμαίνοντος ἠγκιστρωμένοι,
Παῖδες τυράννου δύσθεον γλωσσαλγίαν,
Οἷς εἴκαθε πῦρ ἄσπετον, τῷ Δεσπότῃ,
Λέγουσιν· Εἰς αἰῶνας εὐλογητὸς εἶ
06:11 Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας· ἐξ ὄρους ὁ αἰνετὸς κατασκίου δασέος ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός. Δόξα τῇ δυνάμει σου Κύριε
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: